Collations of 2 Clement 1-6

2 Clement 1-6

This collation is based on the Greek text of Kirsopp Lake. If any corrections are needed, please let me know. Up-to-date contact information can be found for me here: http://www.archaicchristianity.com/About.aspx. This collation covers the following manuscripts or printed editions for 2 Clement:

  1. 02 (Codex Alexandrinus)
  2. Hier (Codex Hierosolymitanus)

01:01 Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστου, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν· καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν.

  • ουτως ] ουτω Hier
  • ημας ] υμας Hier
  • ημας ] υμας Hier

NS:

  • Ιησου = ιυ 02, Hier
  • χριστου = χυ 02, Hier
  • θεου = θυ 02, Hier
  • σωτηριας = σριας Hier

01:02 ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν· καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰς ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν.

  • ως περι ] ωσπερ 02
  • λαβειν ] απολαβειν Hier
  • αμαρτανουσιν και ημεις ] omit 02

NS:

  • Ιησους = ισ 02, Hier
  • χριστος = χσ 02, Hier

01:03 τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὗ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια;

  • οφειλομεν ] οφιλομεν 02
  • δε ] omit Hier

01:04 τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγό́ρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν.

NS:

  • πατηρ = πτρ 02, Hier

01:05 ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἢ μισθὸν ἀντιμισθίας ὧν ἐλάβομεν;

  • ποιον ουν ] ποιουν 02
  • δωσομεν ] δωσωμεν 02
  • αυτω δωσομεν ] 2-1 Hier

01:06 πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων· καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει.

  • πηροι ] πονηροι Hier
  • και ] omit Hier
  • αλλο ουδεν ] 2-1 Hier
  • αυτου θελησει ] 2-1 Hier

NS:

  • ανθρωπων = ανων 02, Hier

01:07 ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παρ’ αὐτοῦ.

  • ελπιδα ] ελπιδαν 02
  • εχοντας ] εχοντες 02

NS:

  • σωτηριας = σριας Hier

01:08 ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.

  • εκ ] + του Hier

02:01 Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν· στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.

02:02 ὃ δὲ εἶπεν· Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει· τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν, μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,

  • ειπεν ] ειπε Hier
  • εγκακωμεν ] εκκακωμεν Hier

NS:

  • θεον = θν 02, Hier

02:03 ὃ δὲ εἶπεν· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν, νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.

  • του ] omit Hier
  • δε ] omit Hier

NS:

  • θεου = θυ 02, Hier
  • θεον = θν 02, Hier

02:04 καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς·

  • δε ] omit Hier

02:05 τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.

02:06 ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.

02:07 οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.

  • ουτως ] ουτω Hier
  • Χριστος ] κυριος Hier

NS:

  • χριστος = χσ 02
  • κυριος = κσ Hier

03:01 Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δι’ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας· τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δι’ οὗ ἔγνωμεν αὐτόν;

  • ελεος ] ελαιος 02
  • και ου προσκυνουμεν αυτοις ] omit Hier
  • γνωσις ] γωνσεις 02
  • η προς αυτον ] της αληθειας Hier
  • αρνεισθαι ] + αυτον Hier

NS:

  • πατερα = πρα 02, Hier

03:02 λέγει δὲ καὶ αὐτός· Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.

  • αυτον ] omit Hier

NS:

  • ανθρωπων = ανων Hier, 02
  • πατρος = πρσ Hier, 02

03:03 οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δι’ οὗ ἐσώθημεν.

  • ουν ] omit Hier

03:04 ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.

  • αλλα ] αλλ Hier
  • της ] omit Hier

03:05 λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐα· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.

  • χειλεσιν ] χειλεσι Hier
  • αυτων ] αυτου Hier
  • απεστιν ] απεστην Hier

04:01 Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον· οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.

  • ουν ] omit Hier

NS:

  • κυριον = κν Hier, 02

04:02 λέγει γάρ· Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν δικαιοσύνην.

NS:

  • κυριε = κε 02, Hier
  • κυριε = κε 02, Hier

04:03 ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς· καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις·

FRAG:

  • ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς· καὶ συμπάσχειν ἀλλήλοις ὀφείλο[μεν], καὶ μὴ φιλαργυρεῖν. ἐν τ[ούτοις] τοῖς ἔργοις ὁμολογῶμεν [αὐτὸν] καὶ μὴ ἐν τοῖς ἐναντίοις· ] 02
  • αυτον ] αυτων 02
  • ομολογωμεν ] ομολογησωμεν Hier
  • οφειλομεν ] οφιλομεν (02)

04:04 καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.

FRAG:

  • καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τ[οὺς] ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν. ] 02

NS:

  • ανθρωπους = ανουσ 02, Hier
  • θεον = θν 02, Hier

04:05 διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος· Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν· Ὑπάγετε ἀπ’ ἐμου, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.

FRAG:

  • [διὰ] τοῦτο, ταῦτα ὑμῶν πρασσόν[των], εἶπεν ὁ κύριος· Ἐὰν ἦτε μετ’ ἐμ[οῦ] συνηγμένοι ἐν τῷ κόλπῳ μ[ου] καὶ μὴ ποιῆτε τὰς ἐντολάς μ[ου], ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν· Ὑπάγετε ἀπ’ ἐμου, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας. ] 02
  • υμων ] ημων Hier
  • ποιητε ] ποιησητε Hier

NS:

  • κυριος = κσ 02, Hier

05:01 Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιήσωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου.

  • παροικιαν ] παροιμιαν Hier

05:02 λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων.

NS:

  • κυριος = κσ 02, Hier

05:03 ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει· Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία;

05:04 εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Μῃ φοβείσθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά· καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ τὸ ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός.

  • φοβεισθε ] φοβεισθαι 02
  • αποκτεννοντας ] αποκτενοντας Hier
  • φοβεισθε ] φοβεισθαι 02

NS:

  • Ιησους = ισ 02, Hier

05:05 καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐπαγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου.

  • εστιν ] εστι Hier
  • επαγγελια ] επαγγελεια 02
  • εστιν ] εστι Hier
  • και ] + η Hier

NS:

  • Χριστου = χυ 02, Hier

05:06 τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν;

  • εστιν ] εστι Hier

05:07 ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.

FRAG:

  • ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομε[ν] τῆς ὁδοῦ τῆς δικαίας. ] 02
  • γαρ τω ] 2-1 Hier
  • επιθυμειν ] επιθυμει 02
  • ταυτα ] αυτα Hier

06:01 Λέγει δὲ ὁ κύριος· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν.

FRAG:

  • Λέγει δὲ ὁ κύριος· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύε[ιν]. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ [δουλ]εύειν καὶ μαμωνᾷ, ἀσύμφο[ρ]ον ἡμῖν ἐστίν. ] 02

NS:

  • κυριος = κσ 02, Hier
  • θεω = θω 02, Hier

06:02 τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ;

FRAG:

  • τί γὰρ τὸ ὄφελος, [ἐ]άν τις τὸν κόσμον ὅλον κερ[δ]ήσῃ, τὴν δὲ ψυχὴν ζημιωθ[ῇ]; ] 02
  • ολον ] omit Hier

06:03 ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί.

FRAG:

  • [ἔ]στιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλ[λ]ων δύο ἐχθροί. ] 02

06:04 οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται.

06:05 οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι· δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι.

  • χρασθαι ] χρησθαι (Hier)

Notes:

  • The reading of χρησθαι for χρασθαι in Hier is uncertain, but the letter in question looks much more like an -η- than an -α-.

06:06 οἰόμεθα, ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα.

  • εστιν ] εστι Hier
  • τα ] και 02

06:07 ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν· εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως, ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ.

  • γαρ ] omit Hier

NS:

  • χριστου = χυ 02, Hier

06:08 λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ, ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰωβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ.

  • αιχμαλωσια ] αιχμαλωσιαν 02

06:09 εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἢ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;

  • ου δυνανται ταις εαυτων δικαιοσυναις ρυσασθαι τα τεκνα ] 3-4-5-1-2-7-8-6 Hier
  • αυτων ] omit Hier

NS:

  • θεου = θυ 02