Collations of 2 Peter 2

2 Peter 2

This collation is based on the Robinson-Pierpont 2005 Majority Text. This collation covers the following manuscripts for 2 Peter 2 (asterisked manuscripts have been double-checked):

  1. 01*

02:01 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.

  • εν τω λαω ] omit 01c
  • παρεισαξουσιν ] παρισαξουσιν 01
  • απωλειας ] απωλιας 01
  • απωλειαν ] απωλιαν 01

02:02 Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.

  • ασελγειαις ] ασελγιαις 01
  • οδος ] δοξα 01c
  • αληθειας ] αληθιας 01

02:03 Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται: οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.

  • εμπορευσονται ] ενπορευσονται 01
  • νυσταξει ] νυσταζει 01

Notes:

  • Nu bar in ενπορευσονται in 01.

02:04 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους:

  • εφεισατο ] εφισατο 01
  • σειραις ] σιροις 01
  • ζοφου 01c ] ζοφους 01
  • τηρουμενους ] κολαζομενους τηριν 01

NS:

  • θεος = θσ 01

02:05 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ⌜ἀλλὰ⌝ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας:

  • εφεισατο ] εφισατο 01
  • κοσμω 01c ] κοσμον 01

02:06 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς:

  • πολεις ] πολις 01
  • υποδειγμα ] υποδιγμα 01
  • τεθεικως ] τεθικως 01

02:07 καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο:

  • ασελγεια ] ασελγια 01

02:08 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν:

  • εγκατοικων ] ενκατοικων 01

02:09 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν:

  • πειρασμου ] πιρασμων 01 // πιρασμου 01c
  • δε 01c ] + πεφυλακισμενους 01
  • ημεραν ] ηραν 01
  • τηρειν ] τηριν 01

NS:

  • κυριος = κσ 01

02:10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες:

  • επιθυμια 01c ] επιθυμιας 01
  • αυθαδεις ] αυθαδις 01

Notes:

  • καταφρονουντας has an intra-nu bar in 01.

02:11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ' αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.

  • ισχυι ] ισχυει 01
  • δυναμει ] δυναμι 01
  • μειζονες ] μιζονες 01

NS:

  • κυριω = κω 01

02:12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται,

  • ουτοι ] αυτοι 01
  • φυσικα γεγενημενα ] 2-1 01
  • αγνοουσιν βλασφημουντες ] αγνοουντες βλασφημουσιν 01
  • καταφθαρησονται 01c ] κατφθαρησονται 01

Notes:

  • αγνοουντες in 01 has intra-word nu bar.

02:13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,

  • κομιουμενοι 01c ] αδικουμενοι 01

02:14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα:

  • μοιχαλιδος ] μοιχαλιας 01
  • αμαρτιας ] αμαρτιαις 01

02:15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,

  • καταλιποντες ] καταλειποντες 01
  • βοσορ 01c ] βεωορσορ 01
  • ος 01c ] omit 01

02:16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας: ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

  • ελεγξιν ] ελεγξειν 01
  • εν 01c ] omit 01

02:17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.

  • νεφελαι ] και ομιχλαι 01
  • λαιλαπος ] λελαπος 01
  • εις αιωνα ] omit 01

02:18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἀσελγείαις, τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,

  • ματαιοτητος 01c ] μαθηταιοτητος 01
  • ασελγειαις ] ασελγιαις 01
  • τους 01c ] του 01
  • αποφυγοντας ] αποφευγοντας 01

02:19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς: ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

  • ελευθεριαν 01c ] + ελευθεριαν 01
  • και 01c ] omit 01

02:20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.

  • κυριου ] + ημων 01

NS:

  • κυριου = κυ 01
  • ιησου = ιυ 01
  • χριστου = χυ 01

02:21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.

  • κρειττον ] κρισσον 01
  • επιστρεψαι εκ ] εις τα οπισω ανακαμψαι απο 01
  • παραδοθεισης ] παραδοθισης 01

02:22 Συμβέβηκεν δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

  • δε 01c ] omit 01