"The Ass" by Lucian
Λουκιος Η Ονος

This is part of the text of Pseudo-Lucian's "The Ass". It was digitized from a public copy of an edition of his works that I found on Google books. Unfortunately, I printed off the relevant pages and forgot to write down the editor and volume name, so I need to go back and find it. In the meantime, enjoy this text.

This digitization is released into the public domain. Actually, I do not think I have the rights to it anyway because the text is out of copyright. But, if for some reason the law foolishly assigns me copyright ownership of this digitization, I hereby release it into the public domain. You can use it with no strings attached, but if you do, I would appreciate a link.

The book contains 56 chapters, so the following is only about 7% of the text. If you would like to participate, please do so. If you wish to contribute, I will certainly give you credit. If you want to contribute, but also want to be able to host this on your own website, that is great; after all, it is in the public domain.

At the moment I am not pursuing further digitization of this text because an affordable reader's version of this text is now available. You can purchase it on Amazon here.




1. Ἀπῄειν ποτὲ ἐς Θετταλίαν· ἦν δέ μοι πατρικόν τι συμβόλαιον ἐκεῖ πρὸς ἄνθρωπον ἐπιχώριον. Ἵππος δέ με κατῆγε, καὶ τὰ σκεύη, καὶ θεράπων ἠκολούθει εἷς. Ἐπορευόμην οὖν τὴν προκειμένην ὁδόν· καί πως ἔτυχον καὶ ἄλλοι ἀπιόντες εἰς Ὕπατα, πόλιν τῆς Θετταλίας, ἐκεῖθεν ὄντες· καὶ ἁλῶν ἐκοινωνοῦμεν, καὶ οὕτως ἐκείνην τὴν ἀργαλέαν ὁδὸν ἀνύσαντες, πλησίον ἤδη τῆς πόλεως ἦμεν, κἀγὼ ἠρόμην τοὺς Θετταλούς, εἴπερ ἐπίστανται ἄνδρα οἰκοῦντα ἐς τὰ Ὕπατα, Ἵππαρχον τοὔνομα. Γράμματα δὲ αὐτῷ ἐκόμιζον οἴκοθεν, ὥστε οἰκῆσαι παρ᾿ αὐτῷ. Οἱ δὲ εἰδέναι τὸν Ἵππαρχον τοῦτον ἔλεγον, καὶ ὅπη τῆς πόλεως οἰκεῖ, καὶ ὅτι ἀργύριον ἱκανὸν ἔχει, καὶ ὅτι μίαν θεράπαιναν τρέφει, καὶ τὴν αὐτοῦ γαμετὴν μόνας· ἔστι γὰρ φιλαργυρώτατος δεινῶς. Ἐπεὶ δὲ πλησίον τῆς πόλεως ἐγεγόνειμεν, κῆπός τις ἔνδον ἦν, καὶ οἰκίδιον ἀνεκτόν, ἔνθα ὁ Ἵππαρχος ᾤκει.

2. Οἱ μὲν οὖν ἀσπασάμενοί με ᾤχοντο, ἐγὼ δὲ κόπτω προσελθὼν τὴν θύραν· καὶ, μόλις μὲν καὶ βραδέως, ὑπήκουσε δ᾿ οὖν ἡ γυνή· εἶτα καὶ προσῆλθεν. Ἐγὼ μὲν ἠρόμην, εἰ ἔνδον εἴη ὁ Ἵππαρχος; Ἔνδον, ἔφη· σὺ δὲ τίς, ἤ τί βουλόμενος πυνθάνῃ; Γράμματα, εἶπον, κομίζω αὐτῷ παρὰ Δεκριανοῦ τοῦ Πατρέως, σοφιστοῦ. Μεῖνόν με, ἔφη, αὐτοῦ, καὶ τὴν θύραν συγκλείσασα ᾤχετο ἔσω πάλιν· καί ποτε ἐξελθοῦσα κελεύει ἡμᾶς εἰσελθεῖν. Κἀγὼ δὲ παρελθὼν εἴσω ἀσπάζομαι αὐτόν, καὶ τὰ γράμματα ἐπέδωκα. Ἔτυχε δὲ ἐν ἀρχῇ δείπνου ὤν, καὶ κατέκειτο ἐπὶ κλινιδίου στενοῦ, γυνὴ δὲ αὐτοῦ καθῆστο πλησίον, καὶ τράπεζα μηδὲν ἔχουσα παρέκειτο. Ὁ δὲ ἐπειδὴ τοῖς γράμμασιν ἐνέτυχεν, Ἀλλ᾿ ὁ μὲν φίλτατος ἐμοί, ἔφη, καὶ τῶν Ἑλλήνων ἐξοχώτατος Δεκριανὸς εὖ ποιεῖ καὶ θαῤῥῶν πέμπει παρ᾿ ἐμὲ τοὺς ἑταίρους τοὺς ἑαυτοῦ. Τὸ δὲ οἰκίδιον τὸ ἐμὸν ὁρᾷς, ὦ Λούκιε, ὡς ἔστι μικρὸν μὲν, ἀλλὰ εὔγνωμον τὸν οἰκοῦντα ἐνεγκεῖν. Ποιήσεις δὲ αὐτὸ σὺ μεγάλην οἰκίαν, ἀνεξικάκως οἰκήσας. Καὶ καλεῖ τὴν παιδίσκην, Ὦ Παλαίστρα, δὸς τῷ ἑταίρῳ κοιτῶνα, καὶ θὲς λαβοῦσα, εἴ τι κομίζει σκεῦος· εἶτα πέμπε αὐτὸν εἰς βαλανεῖον· οὐχὶ γὰρ μετρίαν ἐλήλυθεν ὁδόν.

3. Ταῦτα εἰπόντος, τὸ παιδισκάριον ἡ Παλαίστρα ἄγει με καὶ δείκνυσί μοι κάλλιστον οἰκημάτιον, καὶ Σὺ μέν, ἔφη, ἐπὶ ταύτης τῆς κλίνης κοιμήσῃ, τῷ δὲ παιδί σου σκιμπόδιον αὐτοῦ παραθήσω, καὶ προσκεφάλαιον ἐπιθήσω. Ταῦτα εἰπούσης ἡμεῖς ἀπῄειμεν λουσόμενοι, δόντες αὐτῇ κριθιδίων τιμὴν εἰς τὸν ἵππον· ἡ δὲ πάντα ἔφερε λαβοῦσα εἴσω, καὶ κατέθηκεν. Ἡμεῖς δὲ λουσάμενοι, ἀναστρέψαντες, εἴσω εὐθὺς παρήλθομεν, καὶ ὁ Ἵππαρχός με δεξιωσάμενος, ἐκέλευε συνανακλίνεσθαι μετ᾿ αὐτοῦ. Τὸ δὲ δεῖπνον οὐ σφόδρα λιτόν· ὁ δὲ οἶνος ἡδὺς καὶ παλαιὸς ἦν. Ἐπεὶ δὲ ἐδεδειπνήκειμεν, ποτὸς ἦν καὶ λόγος, οἷος ἐπὶ δείπνου ξένου, καὶ οὕτω τὴν ἑσπέραν ἐκείνην πότῳ δόντες ἐκοιμήθημεν· τῇ δὲ ὑστεραίᾳ ὁ Ἵππαρχος ἤρετό με, τίς μὲν ἔσται ἡ νῦν μοι ὁδός, καὶ εἰ πάσαις ταῖς ἡμέραις αὐτοῦ προσμενῶ. Ἄπειμι μέν, ἔφην, ἐς Λάρισσαν, ἔοικα δὲ ἐνταῦθα διατρίψειν τριῶν ἢ πέντε ἡμερῶν.

4. Ἀλλὰ τοῦτο μὲν ἦν σκῆψις· ἐπεθύμουν δὲ σφόδρα μείνας ἐνταῦθα ἐξευρεῖν τινα τῶν μαγεύειν ἐπισταμένων γυναικῶν, καὶ θεάσασθαί τι παράδοξον, ἢ πετόμενον ἄνθρωπον, ἢ λιθούμενον· καὶ τῷ ἔρωτι τῆς θέας ταύτης δοὺς ἐμαυτόν, περιῄειν τὴν πόλιν, ᾀπορῶν μὲν τῆς ἀρχῆς τοῦ ζητήματος, ὅμῶς δὲ περιῄειν. Κἂν τούτῳ γυναῖκά τινι ὁρῶ προσιοῦσαν, ἔτι νέαν, εὐπορουμένην, ὅσον ἦν ἐκ τῆς ὁδοῦ συμβαλεῖν· ἱμάτια γὰρ ἀθινά, καὶ παῖδες συχνοί, καὶ χρυσίον περιττόν. Ὡς δὲ πλησιαίτερον γίγνομαι, προσαγορεύει με ἡ γυνή· καὶ ἀμείβομαι αὐτῇ ὁμοίως· καὶ φησίν, Ἐγὼ Ἄβροιά εἰμι, εἴ τινα τῆς σῆς μητρὸς φίλην ἀκούεις· καὶ ὑμᾶς δὲ τοὺς ἐξ ἐκείνης γενομένους φιλῶ, ὥσπερ οὓς ἔτεκον αὐτή· τί οὖν οὐχὶ παρ᾿ ἐμοὶ καταλύεις, ὦ τέκνον; Ἀλλὰ σοὶ μέν, ἔφην πολλὴ χάρις· αἰδοῦμαι δέ, οὐδὲν ἀνδρὶ φίλῳ ἐγκαλῶν, ἔπειτα φεύγειν τὴν ἐκείνου οἰκίαν. Ἀλλὰ τῇ γνώμῃ, ὦ φιλτάτη, κατάγομαι παρὰ σοί. Ποῖ δέ, καὶ κατάγῃ; Παρὰ Ἱππάρχῳ. Τῷ φιλαργύρῳ; ἔφη. Μηδαμῶς, εἶπον, ὦ μῆπερ, τοῦτο εἴπῃς· λαμπρὸς γὰρ καὶ πολυτελὴς γέγονεν εἰς ἐμέ, ὥστε καὶ ἐγκαλέσαι ἄν τις τῇ τρυφῇ. Ἡ δὲ μειδιάσασα, καί με τῆς χειρὸς λαβομένη, ἄγει ἀπωτέρω καὶ λέγει πρὸς ἐμέ, Φυλάττου μοι, ἔφη, τὴν Ἱππάρχου γυναῖκα πάσῃ μηχανῇ· μάγος γάρ ἐστι δεινή, καὶ μάχλος, καὶ πᾶσι τοῖς νέοις ἐπιβάλλει τὸν ὀφθαλμόν· καὶ εἰ μή τις ὑπακούσει αὐτῇ, τοῦτον τῇ τέχνῃ ἀμύνεται, καὶ πολλοὺς μετεμόρφωσεν εἰς ζῶα, τοὺς δὲ τέλεον ἀπώλεσε. Σὺ δὲ καὶ νέος εἶ, τέκνον, καὶ καλός, ὥστε εὐθὺς ἀρέσαι γυναικί· καὶ ξένος πρᾶγμα εὐκαταφρόνητον.